Ἀπολυτίκιον Ἀγίας Ἀναστασίας.

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Tῶν μαρτύρων ταῖς χρείαις διακονήσασα, μαρτυρικῶς ἐμιμήσω τὰς ἀριστείας αὐτῶν, δι' ἀθλήσεως ἐχθρὸν καταπαλαίσασα· ὅθεν βλυστάνεις δαψιλῶς χάριν ἄφθονον ἀεί, Ἀναστασία θεόφρων, τοῖς προσιοῦσιν ἐκ πόθου τῇ ἀρωγῇ τῆς προστασίας σου.

Ἀπολυτίκιον Ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου.

Ἀπολυτίκιον.  (Κατέβασμα)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν. Διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.

Ἀπολυτίκιον Ἁγίου Νικολάου τοῦ Θαυματουργοῦ.

Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος δ’.
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Απολυτίκιον Αγίου Σάββα του Ηγιασμένου.

Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Tῶν ὁσίων ἀκρότης καὶ ἀγγέλοις ἐφάμιλλος ὡς γὰρ ἡγιασμένος ἐδείχθης ἐκ παιδός, Σάββα ὅσιε. Οὐράνιον γὰρ βίον ἀπελθῶν, πρὸς ἔνθεον ζωὴν χειραγωγεῖς διὰ λόγου τε καὶ πράξεως ἀληθοῦς, τοὺς πίστει ἐκβοῶντας σοι. Δόξα τῷ δεδοκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Για Μαθηματικά κι όχι μόνο...