Ἀπολυτίκιον
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοὺς τοῦ Ἄθω πατέρας καὶ ἀγγέλους ἐν σώματι, Ὁμολογητὰς καὶ Ὁσίους,
Ἱεράρχας καὶ Μάρτυρας, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾡδαῖς, μιμούμενοι αὐτῶν τὰς ἀρετάς,
ἡ τοῦ Ὄρους πληθὺς πᾶσα τῶν Μοναστῶν, κραυγάζοντες ὁμοφώνως· δόξα τῷ
στεφανώσαντι ὑμᾶς, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ ἐν κινδύνοις ἡμῶν προστάτας
δείξαντι.
(Τους ύμνους ψάλλει ο Ιερομόναχος Πρόδρομος Νεοσκητιώτης
συνοδεία ισοκρατών, η ηχογράφηση έγινε στο ΜΕΓΑΡΟ ΜΟΥΣΙΚΗΣ ΑΘΗΝΩΝ 1997)