ΧΡΙΣΤΟΣ ΓΕΝΝΑΤΑΙ ΔΟΞΑΣΑΤΕ - ΜΕΓΑΛΥΝΟΝ ΨΥΧΗ ΜΟΥ - ΜΥΣΤΗΡΙΟΝ ΞΕΝΟΝ.


Ωδή α’
Χριστός γεννάται δοξάσατε• Χριστός εξ ουρανών απαντήσατε• Χριστός επί γης υψώθητε. Άσατε τω Κυρίω πάσα η γη, και εν ευφροσύνη, ανυμνήσατε λαοί, ότι δεδόξασται.

Ἡ Παρθένος σήμερον.

Ἦχος γ’. Αὐτόμελον.
Ποίημα Ῥωμανοὺ τοῦ Μελῳδοῦ
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι· Μάγοι δὲ, μετὰ ἀστέρος ὁδοιποροῦσι· δι᾽ ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Ἀπολυτίκιον Χριστουγέννων.

Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος δ’.
Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ Ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

Ἀπολυτίκιον Ἀγίας Ἀναστασίας.

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Tῶν μαρτύρων ταῖς χρείαις διακονήσασα, μαρτυρικῶς ἐμιμήσω τὰς ἀριστείας αὐτῶν, δι' ἀθλήσεως ἐχθρὸν καταπαλαίσασα· ὅθεν βλυστάνεις δαψιλῶς χάριν ἄφθονον ἀεί, Ἀναστασία θεόφρων, τοῖς προσιοῦσιν ἐκ πόθου τῇ ἀρωγῇ τῆς προστασίας σου.

Ἀπολυτίκιον Αγίου Διονυσίου.

Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τῆς Ζακύνθου τὸv γόνον καὶ Αἰγίvης τὸν πρόεδρον, τὸv φρουρὸν μονῆς τὼv Στροφάδωv, Διοvύσιοv ἅπαντες, τιμήσωμεv συμφώνως οἱ πιστοί, βοῶντες πρὸς αὐτὸν εἰλικριvῶς· Tαῖς λιταῖς τοὺς τὴv σὴν μνήμην ἐπιτελοῦντας σῶσον καὶ βοῶντάς σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ θαυμαστώσαντι· δόξα τῷ δωρησαμένῳ σε ἡμῖv, πρέσβυν ἀκοίμητον.

Ἀπολυτίκιον Ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου.

Ἀπολυτίκιον.  (Κατέβασμα)

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν. Διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.

Ἀπολυτίκιον Ἁγίου Σπυρίδωνος τοῦ Θαυματουργοῦ.

Ἀπολυτίκιον.  (Κατέβασμα)

Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε Σπυρίδων Πατὴρ ἡμῶν· διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι Ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Ἀπολυτίκιον Ἁγίου Νικολάου τοῦ Θαυματουργοῦ.

Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος δ’.

Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Απολυτίκιον Αγίου Σάββα του Ηγιασμένου.

Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Tῶν ὁσίων ἀκρότης καὶ ἀγγέλοις ἐφάμιλλος ὡς γὰρ ἡγιασμένος ἐδείχθης ἐκ παιδός, Σάββα ὅσιε. Οὐράνιον γὰρ βίον ἀπελθῶν, πρὸς ἔνθεον ζωὴν χειραγωγεῖς διὰ λόγου τε καὶ πράξεως ἀληθοῦς, τοὺς πίστει ἐκβοῶντας σοι. Δόξα τῷ δεδοκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Ἀπολυτίκιον Ἀγίας Μεγαλομάρτυρος Βαρβάρας.

Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος δ’.

Βαρβάραν τὴν ἁγίαν τιμήσωμεν· ἐχθροῦ γὰρ τὰς παγίδας συνέτριψε, καὶ ὡς στρουθίον ἐῤῥύσθη ἐξ αὐτῶν, βοηθείᾳ καὶ ὅπλῳ τοῦ Σταυροῦ ἡ πάνσεμνος.

Για Μαθηματικά κι όχι μόνο...