Ἀπολυτίκιον Αγίου Ανδρέου.

Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος δ’.
Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ κορυφαίου αὐτάδελφος, τῷ Δεσπότῃ τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένη δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον Όσιου Στυλιανού του Παφλαγόνος.

Ἦχος γ’. Θείας πίστεως.
Στήλη ἔμψυχος τῆς ἐγκρατείας, στῦλος ἄσειστος τῆς Ἐκκλησίας Στυλιανὲ ἀνεδείχθης μακάριε· ἀνατεθεὶς γὰρ Θεῷ ἐκ νεότητος κατοικητήριον ὤφθης τοῦ Πνεύματος. Πάτερ ὅσιε Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον Ἁγίας Αἰκατερίνης.

Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερίναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν· ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ δυνάμει, καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου.

Ἦχος γ’. Θείας πίστεως.
Θείας ἤκουσας, φωνῆς τοῦ Λόγου, καὶ τῆς πίστεως, τὸ φῶς ἐδέξω, καταλείψας τελωνείου τὸν σύνδεσμον ὅθεν Χριστοῦ τὴν ἀπόρρητον κένωσιν, εὐηγγελίσω Ματθαῖε Ἀπόστολε. Καὶ νῦν πρέσβευε, δοθήναι τοὶς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.

Ἀπολυτίκιον Αγίου Μηνά.

Ήχος δ'. Ταχύ προκατάλαβε.
Τρισάριθμον σύνθημα, των αθλοφόρων Χριστού, υμνήσωμεν άσμασι, χαριστηρίοις πιστοί, Μηνάν τον αοίδιμον, Βίκτωρα τον γενναίον, και Βικέντιον θείον, πλάνην την των ειδώλων, καταργήσαντας πίστει. Αυτών ταις ικεσίαις, Χριστέ ο Θεός, σώσον τας ψυχάς ημών.

Απολυτίκιον Αγίου Νεκταρίου.

Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ. Ἀναβλύζει γὰρ ἰάσεις παντοδαπὰς τοῖς εὐλαβῶς κραυγάζουσι : Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ πᾶσιν ἰάματα. 

Απολυτίκιο Σύναξης των Παμμεγίστων Ταξιαρχών Μιχαήλ και Γαβριήλ - 8 ΝΟΕΜΒΡΙΟΥ.

Ἀπολυτίκιον
Ἦχος δ'.
Τῶν οὐρανίωv στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεv ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵvα ταῖς ὑμῶv δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγωv, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦvτες ἡμᾶς προσπίπτοντας, ἐκτεvῶς καὶ βοῶντας, Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.
Σύναξη Παμμεγiστων Ταξιαρχών.
Οι Αρχάγγελοι Μιχαήλ και Γαβριήλ εορτάζονται μαζi με όλα τα ασώματα και ουράνια Τάγματα (Χερουβίμ, Σεραφίμ, Θρόνοι, Κυριότητας Δυνάμεις και Εξουσiες, Αρχές, Αρχάγγελοι και Άγγελοι).
Synaxis of the Archangels, Raphael and Gabriel. They are celebrated on the same day as all of the bodiless powers: Thrones, Cherubim, Seraphim, Dominions, Powers, Authorities, Principalities, Archangels, and Angels.
Ψάλλει ο αρχ. π. Νικόδημος Καβαρνός - Kabarnos

ισοκρατούν π. Ιωάννης Μπούτσης, π. Λάμπρος Κεφαλληνός, Γεώργιος Σάββας, Γρηγόρης Χατζηλυμπέρης, Νικόλαος Καββαδίας, Κωνσταντίνος Σκαρμούτσος, Θωμάς Καραγεώργος, Καβαρνός Εμμανουήλ.

Ἀπολυτίκιον τῶν Ἁγίων Ἀναργύρων Κοσμά και Δαμιανού.

Ἦχος πλ δ’.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.

Για Μαθηματικά κι όχι μόνο...