Ἀπολυτίκιον Ἁγίου Σιλουανού του Ἀγιορείτη.

Ἦχος γ'. Θείας πίστεως.
Ποίημα Παύλου Ἱερομόναχου

Κήρυξ δέδοσαι, τῇ οἰκουμένῃ, σὺ γλυκύτατος, ἐν θεολόγοις, τῆς τοῦ Χριστοῦ ἀγάπης τρισόλβιε· τὸν Ταπεινὸν γὰρ καὶ Πρᾷον ἑώρακας, καὶ τὴν Ἐκείνου καρδίαν κατέμαθες. Ὅθεν ἅπαντες, Σιλουανὲ ἐλλαμπόμενοι, τοῖς θεογλώσσοις ῥήμασι, δοξάζομεν τὸ Πνεῦμα τὸ δοξάσαν σε.

Ἀπολυτίκιον Ἁγίου Ευσταθίου.

Ἀγρευθεῖς οὐρανόθεν πρὸς εὐσέβειαν ἔνδοξε, τὴ τοῦ σοὶ ὀφθέντος δυνάμει, δι' ἐλάφου Εὐστάθιε, ποικίλους καθυπέστης πειρασμούς, καὶ ἤστραψας ἐν ἄθλοις ἱεροίς, σὺν τὴ θεία σου συμβίω καὶ τοὶς υἱοίς, φαιδρύνων τοὺς βοώντας σοι. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δείξαντι σὲ ἐν παντί, Ἰὼβ παμμάκαρ δεύτερον.

Ἀπολυτίκιον Ἀγίας Σοφίας.

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
᾿Εν ταῖς μάρτυσι λάμπεις Σοφία ἔνδοξε, καὶ στεφάνοις τῆς νίκης περι­κοσμεῖσαι λαμπροῖς· δι᾿ ὃ ἐν ὕμνοις καὶ ᾠδαῖς εὐφημοῦμέν σε, ὅτι θυγάτρια σεμνὰ τῷ μαρτυρίῳ ὁδηγεῖς, ᾿Αγάπην Πίστιν ᾿Ελπίδα· μεθ᾿ ὧν μὴ παύσῃ πρεσβεύειν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ύψωση του Τιμίου και Ζωοποιού Σταυρού.

Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος α’.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Κοντάκιον
Ἦχος δ’. Αὐτόμελον.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινὴ πολιτεία, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον 
τρόπαιον.
Σταυρός Τέμπλου  (Ι.Μ. Γρηγορίου)

Απολυτίκιο Γενέσεως της Θεοτόκου - 8 ΣΕΠΤΕΜΒΡΙΟΥ.


Η γέννησίς σου Θεοτόκε, χαράν εμήνυσε πάσι τη οικουμένη, εκ σου γαρ ανέτειλεν ο ήλιος της δικαιοσύνης, Χριστός ο Θεός ημών, και λύσας την κατάραν, έδωκε την ευλογίαν, και καταργήσας τον θάνατον, εδωρήσατο ημίν ζωήν την αιώνιον.

Για Μαθηματικά κι όχι μόνο...