Ἀπολυτίκιον Ἁγίου Γρηγορίου τοῦ Θεολόγου.

Ὁ ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας· ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι. Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ο σε α' ήχο Απολυτίκιο του Αγίου Γρηγορίου του Θεολόγου, από τη Ναζιανζό της Καππαδοκίας, ενός εκ των τριών Μεγάλων Ιεραρχών της Εκκλησίας μας, του οποίου η μνήμη τιμάται στις 25 Ιανουαρίου.
Ψάλλει ο σπουδαστής της Βυζαντινής μουσικής, Χατζηλυμπέρης Γρηγόριος, συνοδεία ισοκρατημάτων. Αφιερωμένο στον δάσκαλο, Πατέρα Νικόδημο Καβαρνό.

Ἀπολυτίκιον Ἁγίου Ἀθανασίου.

Ἔργοις λάμψαντες ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ τροπαιοφόροι γεγόνατε· τῇ εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες, ἀξίως εὕρατε Χριστὸν τὸν Θεόν, δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.


(Ἀπολυτίκιον τῶν ἐν ἁγίοις πατέρων ἡμῶν καὶ ἀρχιεπισκόπων Ἀλεξανδρείας Ἀθανασίου καὶ Κυρίλλου).

Ἀπολυτίκιον Ἁγίου Ἀντωνίου.

Τὸν ζηλωτὴν Ἠλίαν τοῖς τρόποις μιμούμενος, τῷ Βαπτιστῇ εὐθείαις ταῖς τρίβοις ἑπόμενος, πάτερ Ἀντώνιε, τῆς ἐρήμου γέγονας οἰκιστής, καὶ τὴν οἰκουμένην ἐστήριξας εὐχαῖς σου. Διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Σύναξη του Αγίου Ιωάννη Προδρόμου και Βαπτιστού.

Ἦχος β’.
Μνήμη δικαίου μετ᾽ ἐγκωμίων· σοί δέ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γάρ ὄντως καί Προφητῶν σεβασμιώτερος, ὅτι καί ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τόν κηρυττόμενον· ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καί τοῖς ἐν ᾅδῃ, Θεόν φανερωθέντα ἐν σαρκί, τόν αἴροντα τήν ἁμαρτίαν τοῦ κόσμου, καί παρέχοντα ἡμῖν τό μέγα ἔλεος.

Ἀπολυτίκιον τῶν Ἁγίων Θεοφανείων.

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας, δόξα σοι.

Ἀπολυτίκιον Ἁγίου και Μεγάλου Βασιλείου.

Ἦχος α’.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου· δι' οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας. Βασίλειον ἱεράτευμα, Πάτερ Ὅσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Για Μαθηματικά κι όχι μόνο...