Απολυτίκιο Τριών Ιεραρχών


Ἀπολυτίκιον Ἦχος α'.

Τούς τρεῖς μεγίστους φωστῆρας τῆς Τρισηλίου Θεότητος, τούς τήν οἰκουμένην ἀκτῖσι δογμάτων Θείων πυρσεύσαντας, τούς μελιῤῥύτους ποταμούς τῆς Σοφίας, τούς τήν κτίσιν πᾶσαν Θεογνωσίας νάμασι καταρδεύσαντας, Βασίλειον τόν Μέγαν, καί τόν Θεολόγον Γρηγόριον, σύν τῷ κλεινῷ Ἰωάννη, τῷ τήν γλῶτταν Χρυσοῤῥήμονι, πάντες οἱ τῶν Λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν· αὐτοί γάρ τῇ Τριάδι, ὑπέρ ὑμῶν ἀεί πρεσβεύουσιν. ΑΜΗΝ.

Ἡ Παρθένος σήμερον.

Ἦχος γ’. Αὐτόμελον.
Ποίημα Ῥωμανοὺ τοῦ Μελῳδοῦ
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι· Μάγοι δὲ, μετὰ ἀστέρος ὁδοιποροῦσι· δι᾽ ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

ΧΡΙΣΤΟΣ ΓΕΝΝΑΤΑΙ ΔΟΞΑΣΑΤΕ - ΜΕΓΑΛΥΝΟΝ ΨΥΧΗ ΜΟΥ - ΜΥΣΤΗΡΙΟΝ ΞΕΝΟΝ.



Ωδή α’
Χριστός γεννάται δοξάσατε• Χριστός εξ ουρανών απαντήσατε• Χριστός επί γης υψώθητε. Άσατε τω Κυρίω πάσα η γη, και εν ευφροσύνη, ανυμνήσατε λαοί, ότι δεδόξασται.

Ἀπολυτίκιον Χριστουγέννων.

Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος δ’.
Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ Ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

Για Μαθηματικά κι όχι μόνο...