Ἀπολυτίκιον Ἀγίας Ειρήνης Χρυσοβαλάντου.

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Βασιλείας γήινους πάλαι οὐκ ἔτυχες, ἀλλ' ἄφθάρτων στεφάνων νῦν σὲ ἠξίωσεν, ὁ Νυμφίος σου Χριστὸς ὁ ὡραιότατος, ᾧ καθιέρωσας σαυτήν, ὅλῃ καρδίᾳ καὶ ψυχῇ, Εἰρήνη Ὁσία Μῆτερ, Χρυσοβαλάντου ἡ δόξα, ἡμῶν δὲ προσφυγὴ καὶ βοήθεια.

Ἀπολυτίκιον Ἁγίου Παντελεήμωνος.

Ἦχος γ'.

Ἀθλοφόρε Ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Απολυτίκιον Αγίας Παρασκευής.

Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθλοφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον Προφήτου Ηλιού.

Ἦχος δ'. Ταχύ προκατάλαβε.

Ὁ ἔνσαρκος Ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος, τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει, διό καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα.

Απολυτίκιον Αγίας Μαρίνης.

Μνηστευθεῖσα τῷ Λόγῳ Μαρίνα ἔνδοξε, τῶν ἐπιγείων τὴν σχέσιν πᾶσαν κατέλιπες, καὶ ἐνήθλησας λαμπρῶς ὡς καλλιπάρθενος· τὸν γὰρ ἀόρατον ἐχθρὸν κατεπάτησας στερρῶς ὀφθέντα σοὶ Ἀθληφόρε. Καὶ νῦν πηγάζεις τῷ κόσμῳ τῶν ἰαμάτων τὰ χαρίσματα.

Για Μαθηματικά κι όχι μόνο...