Της Περιτομής του Χριστού (1 Ιανουαρίου) - ΜΕΓΑΣ ΒΑΣΙΛΕΙΟΣ - ΑΠΟΛΥΤΙΚΙΟ

Της Περιτομής του Χριστού (1 Ιανουαρίου)
Ἀπολυτίκιον
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.

Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ' οὐσίαν πολυεύσπλαγχνε Κύριε, καὶ νόμον ἐκπληρῶν περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ἵνα παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξα τῇ εὐσπλαγχνία σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.
Του Αγίου Βασιλείου (1 Ιανουαρίου)
(’Ηχος Α’)
Εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τόν λόγον σου δι' οὗ θεοπρεπῶς ἐδογμάτισας, τήν φύσιν τῶν ὄντων ἐτράνωσας, τά τα τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον ἱεράτευμα, Πάτερ ὅσιε, Χριστόν τον Θεόν ἱκέτευε, δωρήσθαι ἡμῖν το μέγα ἔλεος.


Για Μαθηματικά κι όχι μόνο...