Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος
τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε,
Βασιλεύουσαν πόλιν τῇ χειρὶ σου παρέθετο· ἣν περίσωζε διὰ παντὸς ἐν εἰρήνη,
πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.