Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
᾿Εν ταῖς μάρτυσι λάμπεις Σοφία ἔνδοξε, καὶ στεφάνοις τῆς νίκης
περικοσμεῖσαι λαμπροῖς· δι᾿ ὃ ἐν ὕμνοις καὶ ᾠδαῖς εὐφημοῦμέν σε, ὅτι θυγάτρια
σεμνὰ τῷ μαρτυρίῳ ὁδηγεῖς, ᾿Αγάπην Πίστιν ᾿Ελπίδα· μεθ᾿ ὧν μὴ παύσῃ πρεσβεύειν,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.