Είπεν ὁ Κύριος την παραβολήν ταύτην· ἐξῆλθεν ὁ σπείρων τοῦ
σπεῖραι τὸν σπόρον αὐτοῦ. Καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν,
καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· καὶ ἕτερον ἔπεσεν ἐπὶ
τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ
τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. Καὶ ἕτερον ἔπεσεν εἰς τὴν
γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα.
Ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Ἐπηρώτων δὲ
αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη. Ὁ δὲ εἶπεν· ὑμῖν
δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς,
ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν. Ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ
σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρχεται
ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
Οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι
ρίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ
πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσι. Τὸ δὲ
ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν
λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
Εἶπεν ὁ Κύριος την ἑξῆς παραβολήν· ἐβγῆκε ὁ γεωργὸς διὰ νὰ
σπείρῃ τὸν σπόρον του. Καὶ ἐνῷ ἔσπερνε, μερικοὶ σπόροι ἔπεσαν κοντὰ εἰς τὸν
δρόμον καὶ καταπατήθηκαν καὶ τὰ πτηνὰ τοῦ οὐρανοῦ τοὺς ἔφαγαν· ἄλλοι ἔπεσαν εἰς
πετρῶδες ἔδαφος καὶ ὅταν ἐφύτρωσαν, ἐξεράθηκαν, διότι δὲν εἶχαν ὑγρασίαν· ἄλλοι
ἔπεσαν ἀνάμεσα στὰ ἀγκάθια καὶ ὅταν φύτρωσαν τὰ ἀγκάθια, τοὺς ἔπνιξαν τελείως·
καὶ ἄλλοι ἔπεσαν εἰς καλὸν ἔδαφος καὶ ἐφύτρωσαν καὶ ἀπέδωκαν ἑκατὸ φορὲς
περισσότερον καρπόν. Ἐνῷ ἔλεγε αὐτά, ἐφώναξε· ἐκεῖνος ποὺ ἔχει αὐτιὰ διὰ νὰ ἀκούῃ,
ἂς ἀκούῃ. Οἱ μαθηταί του τὸν ἐρωτοῦσαν τί σημαίνει ἡ παραβολὴ αὐτή. Καὶ ἐκεῖνος
εἶπε· σ’ ἐσᾶς ἔχει δοθῆ τὸ νὰ γνωρίσετε τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, ἀλλ’
εἰς τοὺς λοιποὺς δίδονται μὲ παραβολές, διὰ νὰ κοιτάζουν ἀλλὰ νὰ μὴ βλέπουν καὶ
νὰ ἀκούουν ἀλλὰ νὰ μὴ καταλαβαίνουν. Ἡ παραβολὴ αὐτὴ σημαίνει τὰ ἑξῆς· ὁ σπόρος
εἶναι ὁ λόγος τοῦ Θεοῦ· ἐκεῖνοι ποὺ ἔπεσαν κοντὰ εἰς τὸν δρόμον εἶναι οἱ ἄνθρωποι
ποὺ ἄκουσαν, ἔπειτα ἔρχεται ὁ διάβολος καὶ ἀφαιρεῖ τὸν λόγον ἀπὸ τὴν καρδιά
τους, διὰ νὰ μὴ πιστέψουν καὶ σωθοῦν. Ἐκεῖνοι δὲ ποὺ ἔπεσαν εἰς τὸ πετρῶδες ἔδαφος,
εἶναι οἱ ἄνθρωποι ποὺ ὅταν ἀκούσουν, δέχονται μὲ χαρὰν τὸν λόγον ἀλλὰ δὲν ἔχουν
ρίζαν· προσωρινῶς πιστεύουν καὶ τὸν καιρὸν τῆς δοκιμασίας ἀπομακρύνονται. Ἐκεῖνο
ποὺ ἔπεσε στὰ ἀγκάθια, εἶναι ἐκεῖνοι ποὺ ἄκουσαν ἀλλ’ εἰς τὸν δρόμον τους
συμπνίγονται ἀπὸ τὰς φροντίδας καὶ τὸν πλοῦτον καὶ τὰς ἡδονὰς τοῦ βίου καὶ ὁ
καρπός τους δὲν ὡριμάζει. Ἐκεῖνο δὲ ποὺ ἔπεσεν εἰς τὸ καλὸν ἔδαφος εῑναι ἐκεῖνοι
ποὺ μὲ καρδιὰ καλὴ καὶ ἀγαθὴ ἀκούουν τὸν λόγον, τὸν διατηροῦν καὶ καρποφοροῦν μὲ
ὑπομονήν.
Πηγή: http://agiosharalabos.blogspot.gr/