Απολυτίκιο Αγίου Παϊσίου Αγιορείτου.
Τῆς ἐνθέου ἀγάπης τό πῦρ δεξάμενος, ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης
ὅλος Θεῷ, καὶ παράκλησις πολλῶν ἀνθρώπων γέγονας, λόγοις θείοις νουθετῶν,
προσευχαῖς θαυματουργῶν, Παΐσιε θεοφόρε, καὶ νῦν πρεσβεύεις ἀπαύστως ὑπέρ
παντός τοῦ κόσμου, Ὅσιε.
Θεοτόκιον.
Χαῖρε ἅγιον ὄρος, καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε, καὶ ἀκατάφλεκτε,
χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον
ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.